Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 38.1 Dem. 38.5 (English) >>Dem. 38.8

38.3τὴν μὲν οὖν συκοφαντίαν τὴν τούτων, καὶ μεθʼ ὅσης ἐπιβουλῆς ἐληλύθασιν ἐφʼ ἡμᾶς, ἐξ αὐτῶν τῶν πεπραγμένων εἴσεσθε. ἀναγνώσεται δὲ πρῶτον ὑμῖν τὰς μαρτυρίας, ὡς ἀφεῖσαν τὸν πατέρʼ ἡμῶν ὧν ἐνεκάλεσαν εἰς τὴν ἐπιτροπήν· κατὰ γὰρ τοῦτο καὶ παρεγραψάμεθα μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην. καί μοι λέγε ταυτασὶ τὰς μαρτυρίας.Μαρτυρίαι

38.4ὅτι μὲν τοίνυν, ἄνδρες δικασταί, καὶ δίκας ἔλαχον τῆς ἐπιτροπῆς καὶ ἀφεῖσαν ταύτας καὶ τὰ συγχωρηθέντα χρήματʼ ἔχουσιν, ἀκούετε τῶν μαρτυριῶν. ὅτι δʼ οὐκ ἐῶσιν οἱ νόμοι περὶ τῶν οὕτω πραχθέντων αὖθις δικάζεσθαι, νομίζω μὲν ἅπαντας ὑμᾶς εἰδέναι, κἂν μηδὲν εἴπω περὶ αὐτῶν ἐγώ, βούλομαι δʼ ὅμως καὶ τὸν νόμον ὑμῖν αὐτὸν ἀναγνῶναι. λέγε τὸν νόμον.Νόμος

38.5ἀκούετʼ, ἄνδρες δικασταί, τοῦ νόμου σαφῶς λέγοντος ἕκαστα, ὧν μὴ εἶναι δίκας· ὧν ἕν ἐστιν, ὁμοίως τοῖς ἄλλοις κύριον, περὶ ὧν ἄν τις ἀφῇ καὶ ἀπαλλάξῃ, μὴ δικάζεσθαι. οὕτω τοίνυν καὶ μετὰ πολλῶν μαρτύρων τῆς ἀφέσεως γεγονυίας, καὶ φανερῶς ἀπολύοντος ἡμᾶς τοῦ νόμου, εἰς τοῦτʼ ἐληλύθασιν ἀναισχυντίας οὗτοι καὶ τόλμης, 38.6ὥστε τεττάρων μὲν καὶ δέκʼ ἐτῶν γεγενημένων ἀφʼ οὗ τὸν πατέρʼ ἡμῶν ἀφεῖσαν, εἴκοσι δὲ καὶ δυοῖν ἀφʼ οὗ τυγχάνουσιν ἐγγεγραμμένοι, τετελευτηκότος δὲ καὶ τοῦ πατρὸς τοῦ ἡμετέρου, πρὸς ὃν αὐτοῖς ἐγένονθʼ αἱ διαλλαγαί, καὶ τῶν ἐπιτρόπων, οἳ μετὰ τὸν ἐκείνου θάνατον τῶν ἡμετέρων ἐγένοντο κύριοι, καὶ τῆς ἑαυτῶν μητρός, ἥτις ἅπαντα ταῦτʼ ᾔδει, καὶ διαιτητῶν καὶ μαρτύρων καὶ πάντων τῶν πλείστων ὡς εἰπεῖν, τὴν ἡμετέραν ἀπειρίαν καὶ τὴν ἐξ ἀνάγκης ἄγνοιαν τῶν πεπραγμένων ἕρμαιον νομίσαντες ἑαυτῶν, τὰς δίκας ἡμῖν ἔλαχον ταυτασί, καὶ λόγον οὔτε δίκαιον οὔτʼ ἐπιεικῆ τολμῶσι λέγειν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 38.1 Dem. 38.5 (English) >>Dem. 38.8

Powered by PhiloLogic